Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.173 Joseph. AJ 15.179 (English) >>Joseph. AJ 15.184

15.177τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτʼ ἐν νεότητι θράσους προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθʼ ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. 15.178τότε δʼ ἐντῶ πλείω μὲν ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπʼ ἐκείνῳ γενησόμενος· ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι. 15.179

Τοῦτο μὲν τὸ τέλος Ὑρκανῷ συνέπεσεν τοῦ βίου ποικίλαις καὶ πολυτρόποις χρησαμένῳ ταῖς ἐν τῷ ζῆν τύχαις· εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ βασιλευούσης αὐτῷ τῆς μητρὸς Ἀλεξάνδρας ἀρχιερεὺς καταστὰς τοῦ Ἰουδαίων ἔθνους ἔτεσιν ἐννέα τὴν τιμὴν κατέσχεν. 15.180παραλαβὼν δὲ τὴν βασιλείαν ἀποθανούσης τῆς μητρὸς αὐτῷ καὶ ταύτην κατασχὼν τρεῖς μῆνας ἐκπίπτει μὲν ὑπʼ Ἀριστοβούλου τοῦ ἀδελφοῦ, κατάγεται δʼ αὖθις ὑπὸ Πομπηίου καὶ πάσας τὰς τιμὰς ἀπολαβὼν ἔτη τεσσαράκοντα διετέλεσεν ἐν αὐτοῖς. 15.181ἀφαιρεθεὶς δὲ τὸ δεύτερον ὑπʼ Ἀντιγόνου καὶ λωβηθεὶς τὸ σῶμα παρὰ Πάρθοις αἰχμάλωτος ἐγένετο. κἀκεῖθεν εἰς τὴν οἰκείαν ἐπανῄει χρόνῳ διὰ τὰς ἐξ Ἡρώδου προτεινομένας ἐλπίδας, ὧν οὐδὲν αὐτῷ κατὰ προσδοκίαν ἀπήντα πολυπαθείᾳ βίου χρησαμένῳ, τὸ δυσχερέστατον δέ, ὡς προειρήκαμεν, ἐν γήρᾳ τέλους οὐκ ἀξίου τυχεῖν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.173 Joseph. AJ 15.179 (English) >>Joseph. AJ 15.184

Powered by PhiloLogic